Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.58.3 Hdt. 7.60.2 (English) >>Hdt. 7.62.1

7.59.2 ἔδοξε ὦν τῷ Ξέρξῃ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα. τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή. δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων. 7.59.3 ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες. δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο.

ch. 60 7.60.1 ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν, οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές· οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων· σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες. 7.60.2 ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον· συνήγαγόν τε ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων, καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον· περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν· 7.60.3 ταύτην δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον, μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν. ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον.

ch. 61 7.61.1 οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, note..... λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο· αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀιστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 7.58.3 Hdt. 7.60.2 (English) >>Hdt. 7.62.1

Powered by PhiloLogic